Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.49 Dem. 23.51 (English) >>Dem. 23.53

23.50ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτʼ ἔχει. “ἄν τις τύπτῃ τινάφησὶνἄρχων χειρῶν ἀδίκων,” ὡς, εἴ γʼ ἠμύνατο, οὐκ ἀδικεῖ. “ἄν τις κακῶς ἀγορεύῃ,” “τὰ ψευδῆπροσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. “ἄν τις ἀποκτείνῃ,” “ἐκ προνοίας,” ὡς, εἴ γʼ ἄκων, οὐ ταὐτόν. “ἄν τις καταβλάψῃ τινά,” “ἑκὼν ἀδίκως.” πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμʼ εὑρήσομεν. ἀλλʼ οὐ σοί, ἀλλʼ ἁπλῶς, “ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω,” κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφʼ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.

23.51λέγε τὸν μετὰ ταῦτα νόμον.Νόμος

φόνου δὲ δίκας μὴ εἶναι μηδαμοῦ κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστιν.

μὲν νόμος ἐστὶν οὗτος Δράκοντος, ἄνδρες Ἀθηναῖοι, καὶ οἱ ἄλλοι δὲ ὅσους ἐκ τῶν φονικῶν νόμων παρεγραψάμην· δεῖ δʼ λέγει σκέψασθαι. “κατὰ τῶν ἐνδεικνύντωνφησὶτοὺς κατιόντας ἀνδροφόνους ὅποι μὴ ἔξεστι δίκας φόνου μὴ εἶναι.” ἐνταυθὶ δύο δηλοῖ δίκαια, παρʼ ἀμφότερʼ οὗτος εἴρηκεν τὸ ψήφισμα, ὅτι τʼ ἐνδεικνύναι δίδωσι τὸν ἀνδροφόνον καὶ οὐκ αὐτὸν ἀγώγιμον οἴχεσθαι λαβόντα, καὶ ὅτι, ἐὰν κατίῃ τις ὅποι μὴ ἔξεστι, καὶ αὐτὸ τοῦτο δίδωσιν, οὐχ ὅπου βούλεταί τις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.49 Dem. 23.51 (English) >>Dem. 23.53

Powered by PhiloLogic